Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.152.2 | Hdt. 1.153.3 (English) | >>Hdt. 1.155.2 |
1.153.1
ταῦτα εἰπόντος τοῦ κήρυκος , λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τίνες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι · πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην · “οὐκ ἔδεισά κω ἄνδρας τοιούτους , τοῖσι ἐστὶ χῶρος ἐν μέσῃ τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι · τοῖσι , ἢν ἐγὼ ὑγιαίνω , οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια .”
1.153.2 ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε ὁ Κῦρος τὰ ἔπεα , ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται · αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι , οὐδέ σφι ἔστι τὸ παράπαν ἀγορή .
1.153.3 μετὰ ταῦτα ἐπιτρέψας τὰς μὲν Σάρδις Ταβάλῳ ἀνδρὶ Πέρσῃ , τὸν δὲ χρυσὸν τόν τε Κροίσου καὶ τὸν τῶν ἄλλων Λυδῶν Πακτύῃ ἀνδρὶ Λυδῷ κομίζειν , ἀπήλαυνε αὐτὸς ἐς Ἀγβάτανα , Κροῖσόν τε ἅμα ἀγόμενος καὶ τοὺς Ἴωνας ἐν οὐδενὶ λόγῳ ποιησάμενος τὴν πρώτην εἶναι .
1.153.4 ἥ τε γὰρ Βαβυλών οἱ ἦν ἐμπόδιος καὶ τὸ Βάκτριον ἔθνος καὶ Σάκαι τε καὶ Αἰγύπτιοι , ἐπʼ οὓς ἐπεῖχέ τε στρατηλατέειν αὐτός , ἐπὶ δὲ Ἴωνας ἄλλον πέμπειν στρατηγόν .
ch. 154
1.154.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.152.2 | Hdt. 1.153.3 (English) | >>Hdt. 1.155.2 |